Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de alheña | kyprínou skeuasía κυπρίνου σκευασία |
Lawsonia inermis L. |
1.55 |
νε (55)
περὶ στύψεως κυπρίνου καὶ σκευασίας ἐλαίου·
ἐλαίου ὀμφακίνου πεπλυμένου μέρος α', ὕδατος ὀμβρίου μέρος α' ς'' [1], τὸ μὲν ἐπίχει
τῷ ἐλαίῳ τὸ δὲ φύρα ἐν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου
λίτρ<ας> ε' ἥμισυ, καλάμου λίτρ<ας> Ϛ' ς'' [1], σμύρνης λίτρ<αν> α', καρδαμώμου λίτρ<ας> γ' οὐγγ<ίας> θ', ἐλαίου λίτρ<ας> θ' οὐγγ<ίας> ε', τὴν [2] ἀσπάλαθον
κόψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν ἕψε μετὰ τοῦ ἐλαίου, ἕως ἂν συναναζέσῃ, τὴν δὲ
σμύρναν διεὶς οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρ-
νης καὶ ἐξελὼν τὴν [2] ἀσπάλαθον ἔμβαλε τὸ φύραμα τοῦ καλάμου.{2} ὅταν δὲ καὶ μετὰ τού-
του ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον καὶ κατάχει κατὰ τοῦ καρδαμώμου κε-
κομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι καὶ κίνει σπάθῃ, ἕως ἂν ψυγῇ, μὴ διαλείπων.
εἶτα ἀπηθήσας τὸ ἔλαιον ἔμβαλε εἰς τὰς κη' τοῦ ἐλαίου λίτρ<ας> ἄνθους κύπρου λίτρ<ας> μϚ' οὐγγ<ίας> η', ἐά-
σας τε ἀποβραχῆναι ἐξίπωσον διὰ σπυρίδος [3]. ἐὰν δὲ πλείω θέλῃς, <τοῦ> νεαροῦ ἄνθους τὸ ἴσον
ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου, ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν·δυ-
ναμικώτερον γὰρ γίνεται.{3} ἐκλέγεσθαι δὲ δεῖ τὸ χρηστὸν καὶ μετ᾽ εὐωδίας πληκτικόν, ἔνιοι δὲ
καὶ κινάμωμον μίσγουσιν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, ἁρ-
μόζουσαν τοῖς περὶ μήτραν καὶ νεῦρα πάθεσι καὶ πλευριτικοῖς καὶ κατάγμασι καθ᾽ ἑ-
αυτό τε καὶ κηρωτῇ μιγνύμενον. μίγνυται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσιν ὀπισθοτονικοῖς [4],
συναγχικοῖς [5], βουβώνων φλεγμονῇ καὶ ἀκόποις.