Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
asa dulce | sílphion σίλφιον |
Ferula tingitana L. |
3.80 |
fol. fol.
fol. fol.
τϟϚ (396)
Texto provisional
<περὶ σιλφίου· σ>ίλ-
φιον· γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Λιβύην, οὗ ὁ καυλὸς μάσπετον καλεῖται, ἐμφερὴς νάρθηκι· φύλλα δὲ ἔχει σελίνῳ ὅμοια, σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις. ῥίζα δὲ θερμαντική, <φυσώδης, ἐρευκτική, ἀναξηραντική,> δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναλημφθεῖσα κηρωτῇ [ἢ] καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα, σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει, τάς τε περὶ δακτύλιον ἐξοχὰς αἴρει ἐν σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ καταπλασθεῖσα, θανασίμων τέ ἐστιν ἀντιφάρμακον πινομένη, εὔστομός τέ ἐστι μειγνυμένη καὶ εἰς βάμματα καὶ ἅλας. {2} συλλέγεται δὲ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ. διαφέρει δὲ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, μὴ πρασίζων
fol. fol.
μηδὲ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκός, κἂν ἐπ᾽ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδα κινεῖ καθ᾽ ὅλον τὸ σῶμα τῇ τε ὀσμῇ ἐστι προσηνέστατος, ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν, εἰ μὴ ἐπ᾽ ὀλίγον. ὁ δὲ Μηδικὸς καὶ ὁ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν. {3} δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι σαγαπηνοῦ μειγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα ὁ καυλός. ἔστι δὲ φυσώδης καὶ δριμύς, ἀλωπεκίας θεραπεύων σὺν οἴνῳ καὶ πεπέρει καὶ ὄξει καταχριόμενος, ὀξυδερκίας τε ποιητικὸς καὶ ἀρχομένης ὑποχύσεως διασκεδαστικὸς σὺν μέλιτι ἐγχριόμενος, πρὸς ὀδονταλγίας τε ἐντίθεται εἰς τὰ βρώματα καὶ περιτίθεται σὺν λιβανωτῷ ἐγχρισθεὶς εἰς ὀθόνιον· {4} καὶ διακλύζεται δὲ σὺν ὑσσώπῳ καὶ σύκοις ἀφεψημένοις ἐν ὀξυκράτῳ· καὶ ἐπὶ λυσσοδήκτων δὲ ὠφελεῖ ἐπιτιθέμενος τοῖς τραύμασι καὶ ἐπὶ τῶν ἰοβόλων ζῴων πάντων καὶ τῶν φαρμακωδῶν τοξευμάτων ἐγχριόμενος καὶ πινόμενος, ἐπὶ δὲ σκορπιοπλήκτων ἐλαίῳ διεθεὶς περιαλείφεται καὶ ἐπὶ γαγγραινουμένων προκατασχασθέντων ἐνίεται, πρός τε ἄνθρακας μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ᾽ ἑαυτόν, ἥλους τε καὶ τύλους αἴρει ροπεριχαραχθέντας συμμαλαχθεὶς κηρωτῇ ἢ σύκων ξηρῶν τῷ ἐντός. θεραπεύει καὶ λειχῆνας προσφάτους σὺν ὄξει, σαρκώματα δὲ καὶ πώλυπας μετὰ χαλκάνθου ἢ ἰοῦ διαχριόμενος ἐπὶ ἡμέρας τινάς· {5} ἐπισπῶ δὲ τὰς ἐξοχὰς σαρκολαβίδι. ἀρήγει δὲ καὶ βρόγχου χρονίαις τραχύτησι, φωνήν τε αἰφνιδίως δασυνθεῖσαν ὕδατι διεθεὶς καὶ ἐπιρροφηθεὶς αὐτίκα ἀποκαθαίρει, κιονίδας τε στέλλει σὺν μέλιτι διαχριόμενος, συναγχικοῖς τε ἀναγαργάρισμα μετὰ μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτῃ, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχομένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ᾽ ὄξους ἀποβάλλει, καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιλημπτικοῖς μετ᾽ ὀξυμέλιτος λημφθεὶς βοηθεῖ. {6} ποθεὶς δὲ σὺν πεπέρει καὶ σμύρνῃ καταμήνια ἄγει, κοιλιακούς τε ἐν ῥαγὶ σταφυλῆς λαμβανόμενος ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα·
fol. fol.
διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ᾽ ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου. λέγεται δὲ καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ῥίζα παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα <καὶ> δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.