Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
libanōtís gr. | kákhry κάχρυ |
Lecokia cretica D.C. (Andrews) |
3.74 |
fol. fol.
τϟα (391)
Texto provisional
<περὶ λιβανωτίδος· λ>ιβανωτίς· δισσή· ἡ μέν τις κάρπιμος, ὑπ᾽ ἐνίων δὲ ζέα ἢ
καμψάνεμα καλουμένη, ἧς ὁ καρπὸς κάχρυ καλεῖται. φύλλα δὲ ἔχει μαράθῳ ὅμοια, πλατύτερα δὲ καὶ παχύτερα, τροχοειδῶς ἐπὶ γῆς ἐστρωμένα, εὐώδη· καυλὸν δὲ ὅσον πήχεως ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ᾽ ἄκρῳ σκιάδια, ἐφ᾽ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σφονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐπικαίων τὴν γεῦσιν· {2} ῥίζα δὲ λευκή, εὐμεγέθης, ὄζουσα λιβάνου. ἡ δὲ ἑτέρα κατὰ πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς σπέρμα φέρει πλατύ, μέλαν ὡς σφονδύλιον, εὐῶδες, οὐ πυρωτικόν, ῥίζαν ἐκ μὲν τῶν ἐκτὸς μέλαιναν, θραυσθεῖσαν δὲ λευκήν. ἡ δὲ λεγομένη ἄκαρπος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα· φύεται δὲ ἐν πετρώδεσι καὶ τραχέσι τόποις. πασῶν δὲ κοινῶς ἡ πόα καταπλασθεῖσα λεία αἱμορροΐδας στέλλει, φλεγμονάς τε τὰς κατὰ δακτύλιον πραΰνει
fol. fol.
καὶ κονδυλώματα καὶ χοιράδας καὶ τὰ δύσπεπτα τῶν ἀποστημάτων συμπέσσει. {3} αἱ δὲ ῥίζαι ξηραὶ σὺν μέλιτι ἕλκη ἀνακαθαίρουσι καὶ στρόφους ἰῶνται καὶ θηριοδήκτοις ἁρμόζουσι σὺν οἴνῳ πινόμεναι, ἔμμηνά τε ἄγουσι καὶ οὖρα· διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ χυλὸς τῆς ῥίζης καὶ τῆς πόας ὀξυδερκὴς μειγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ καρπὸς πινόμενος τὰ αὐτὰ ποιεῖ, βοηθεῖ καὶ ἐπιλημψίαις καὶ ταῖς ἐν θώρακι παλαιαῖς διαθέσεσιν, ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἔστι δὲ καὶ ἱδρωτικὸς σὺν ἐλαίῳ ἀλειφόμενος, ἁρμόζει καὶ σπάσμασι καὶ ῥήγμασι, ποδάγραις τε καταπλασσόμενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει, ἀλφούς τε σμήχει μειγνύμενος ὄξει δριμυτάτῳ. {4} τῷ δὲ σπέρματι εἰς τὰ ποτήματα χρῆσθαι δεῖ τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος δὲ ἱστορεῖ μετὰ τῆς ἐρείκης λιβανωτίδα θρίδακι ἀγρίᾳ τῇ πικρᾷ ὅμοια φύλλα ἔχουσαν, ῥίζαν δὲ βραχεῖαν φύεσθαι, καθαίρειν δὲ ἄνω καὶ κάτω τὴν ῥίζαν ποθεῖσαν, λευκότερα μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος.