Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
orégano | oríganos Hērakleotikē ὀρίγανος Ἡρακλεωτική |
Origanum heracleoticum Rchb. |
3.27 |
τμα (341)
Texto provisional
ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσι. φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδιον δὲ οὐ τροχοειδές, ἀλλ᾽ ὥσπερ διῃρημένον καὶ ἐπ᾽ ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν. ἐστὶ δὲ θερμαντική, ὅθεν τὸ ἀφέψημα αὐτῆς σὺν οἴνῳ ποθὲν ἁρμόζει θηριοδήκτοις, σὺν γλυκεῖ δὲ καὶ κονίᾳ τοῖς κώνειον ἢ μηκώνιον, σὺν ὀξυμέλιτι δὲ τοῖς γύψον ἢ ἐφήμερον πεπωκόσι, πρὸς δὲ τὰ σπάσματα καὶ ῥήγματα καὶ ὕδρωπας μετὰ συκίου βιβρωσκομένη. ξηρὰ δὲ ποθεῖσα ὀξυβάφου πλῆθος σὺν μελικράτῳ μέλανα κατὰ κοιλίαν ἄγει, ἔμμηνά τε κινεῖ καὶ βῆχας θεραπεύει σὺν μέλιτι ἐκλειχομένη· {2} καὶ κνησμοὺς δὲ καὶ ψώραν καὶ ἴκτερον τὸ ἀφέψημα αὐτῆς ἐν λουτρῷ ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς χλωρᾶς οὔσης παρίσθμια καὶ κιονίδας καὶ ἄφθας θεραπεύει καὶ <αἷμα> διὰ ῥινῶν ἄγει σὺν ἐλαίῳ ἰρίνῳ ἐγχυματιζόμενος· σὺν γάλακτι δὲ καὶ ὠταλγίας παρηγορεῖ ἐμετικόν τε φάρμακον δι᾽ αὐτῆς σκευάζεται καὶ κρομύων καὶ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα, πάντων ἐν χαλκῷ Κυπρίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡλιασθέντων ἐπὶ ἡμέρας τεσσαράκοντα· ὑποστρωννυμένη δὲ ἡ πόα ἑρπετὰ διώκει.