Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cantáridas | kantharídes κανθαρίδες |
Lytta vessicatoria (probabl.) |
2.61 |
ρϟ (190)
περὶ κανθαρίδων· κανθαρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ
σίτου, ἃς <ἐμ>βαλὼν εἰς ἀκώνιτον [1] ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας ὀθονίῳ ἀραιῷ καθαρῷ,
περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου καὶ, ἕως ἂν πνιγῶσιν, κράτει [2],
εἶτα διαπείρας λίνῳ ἀποτίθεσο. ἐνεργέσταται [3] δέ εἰσιν αἱ ποικίλαι, [καὶ] μηλίνας
ἐπικαρσίους [4] ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς, ἐπιμήκεις τὸ σῶμα, ἁδραί, ἐμπί-
μελοι ὡς αἱ σίλφαι· ἄτονοι δὲ αἱ μονοχρώμοι [5].