Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
glasto | isátis hēmeros ἰσάτις ἥμερος |
Isatis tinctoria L. |
2.184 |
τιγ (313)
Texto provisional
ἰσάτις, [οἱ δὲ Ἄρειον, οἱ δὲ ὑσγίνη, προφῆται ἀρούσιον, Ῥωμαῖοι ἀλούταμ.] ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ ὑπὲρ πῆχυν. δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα διαφορεῖν, καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾷ καὶ αἱμορραγίας στέλλει καὶ φαγεδαινικὰ <ἕλκη> καὶ ἕρπητας καὶ ἐρυσιπέλατα θεραπεύει.