Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sombrerillos | kotylēdōn κοτυληδών |
Umbilicus pendulinus DC. |
4.91 |
φξγ (563)
Texto provisional
κοτυληδών· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. [οἱ δὲ κῆπος Ἀφροδίτης, οἱ δὲ γῆς ὀμφαλός, οἱ δὲ στοιχάς, οἱ δὲ στέργηθρον, Ῥωμαῖοι οὐμβιλίκουμ Βένερις.] φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον, καυλίον δὲ βραχύ, ἐφ᾽ οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην. ταύτης καὶ τῶν φύλλων ὁ χυλὸς μετ᾽ οἴνου περιχριόμενος ἢ ἐγκλυζόμενος φιμοὺς τοὺς ἐν αἰδοίοις χαλᾷ, φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέτλας καὶ χοιράδας καταπλασσομένη ὠφελεῖ καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ λίθους θρύπτει καὶ οὖρα κινεῖ καὶ ὑδρωπικοῖς σὺν οἰνομέλιτι δίδοται· χρῶνται δὲ αὐτῇ καὶ εἰς φίλτρα.