Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cañaheja | nárthēx νάρθηξ |
Ferula communis L. |
3.77 |
τϟγ (393)
Texto provisional
νάρθηξ· [Ῥωμαῖοι φέρουλαμ.] νάρθηκος χλωροῦ ἡ ἐντεριώνη πινομένη αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς ὠφελεῖ καὶ ἐχιοδήκτοις δίδοται σὺν οἴνῳ καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας ἐπέχει λεία ἐντεθεῖσα. τὸ δὲ σπέρμα στροφουμένους πινόμενον ὠφελεῖ καὶ ἱδρῶτας κινεῖ συγχριόμενον μετ᾽ ἐλαίου· οἱ δὲ καυλοὶ βρωθέντες κεφαλαλγεῖς εἰσι. ταριχεύεται δὲ καὶ εἰς τὰς ἁλμεύσεις.