Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
marrubio negro | nōthourís νωθουρίς |
Ballota nigra L. |
3.103 |
υιθ (419)
Texto provisional
βαλλωτή· [οἱ δὲ πράσιον ἕτερον, οἱ δὲ νοθεία, οἱ δὲ νοτιανοσκέλλιν, οἱ δὲ νοθόπρασον, οἱ δὲ νωθράς, οἱ δὲ νωχελίς, οἱ δὲ νωκελίς, οἱ δὲ νωφρύς, οἱ δὲ νωθουρίς, οἱ δὲ γνοτέρα, Ῥωμαῖοι ἀπιάστρουμ, οἱ δὲ μελλίταμ, οἱ δὲ οὐλκεράρια, οἱ δὲ μαρρούβιουμ κανθηρίνουμ, Αἰγύπτιοι ἀσφός, οἱ δὲ ἐσκί, προφῆται αἷμα Ἰασίωνος.] καυλοὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα καὶ μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ἐκάλεσαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς. ταύτης τὰ φύλλα καταπλασσόμενα μεθ᾽ ἁλῶν ποιεῖ πρὸς τὰ κυνόδηκτα· μαρανθέντα δὲ ἐν θερμοσποδιᾷ κονδυλώματα στέλλει, ῥυπαρά τε ἕλκη σὺν μέλιτι ἀνακαθαίρει.