Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alpechín | amorgē ἀμοργή |
- | 1.102 |
ρβ (102)
περὶ ἀμόργης· ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης. ἥτις ἑψηθεῖσα
ἐν χαλκῷ κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ
πρὸς ὀδονταλγίας, τραύματά τε ἐπιχριομένη [1] μετ᾽ οἴνου ἢ ὄξους ἢ οἰνομέλιτος. μίγνυται δὲ καὶ
ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε
ἕδρᾳ καὶ αἰδοίῳ καὶ μήτραις [2] εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀ-
δόντας σὺν ὀμφακίνῳ [3] ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν
σὺν θέρμων ἀφεψήματι [4] καὶ χαμαιλέοντι [5] καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσ-
φατος ποδαγρικοὺς καὶ ἀρθριτικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον
καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.