Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
almendro | amygdalê ἀμυγδαλῆ |
Prunus dulcis var. amara (DC.) Buchheim |
1.123 |
fol. fol.
ρκγ (123)
περὶ ἀμυγδαλέας·
ἀμυγδαλέας [1] πικρᾶς ἡ ῥίζα λεία ἀφεψηθεῖσα [2] ἐφήλεις τὰς ἐν προσώπῳ [3] ἀποκαθαίρει· καὶ αὐ-
τὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα τὰ αὐτὰ ποιεῖ. προστιθέμενα δὲ ἄγει καταμήνια, καὶ
κεφαλαλγίαις βοηθεῖ καταπλασθέντα μετώπῳ ἢ κροτάφοις μετ᾽ [4] ὄξους καὶ ῥοδίνου, καὶ
πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι <ἁρμόζει>.
ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, κοιλίας μαλακτικὰ, ὑπνωτικά, οὐρητικὰ καὶ πρὸς αἵ-
ματος ἀναγωγὴν μετὰ ἀμύλου [5] λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν
ὕδατι πινόμενα ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ, δυσουροῦσι δὲ καὶ λιθιῶσι σὺν
γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κώλου [6] ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλα-
κτι ἐκλειχόμενα καρύου ποντικοῦ μέγεθος. {2} ἔστι δὲ καὶ ἀμέθυσα [7] προλαμβανόμενα ὅσον
ε' ἢ ζ' [8]· κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει
καὶ βοηθεῖ πρὸς αἵματος ἀναγωγὴν πινόμενον, <καὶ> σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας ἐπι-
πολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ
σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς
fol. fol.
ἐνέργειαν τῆς πικρᾶς· καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ
ἀμύγδαλα χλωρὰ στομάχου πλάδον ἀποκαθίστησιν.