Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siluro | sílouros σίλουρος |
Silurus glanis |
2.27 |
ρνϚ (156)
περὶ σιλούρου· σίλουρος νεαρὸς βιβρωσκόμενος
τρόφιμος [ἐστὶ] καὶ εὐκοίλιος, ταριχηρὸς δὲ ἄτροφος, ἀρτηρίας [1] δὲ καθαίρει καὶ
εὐήχας [2] παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ [3] σκόλοπας ἀνάγει·
καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα, κατάγουσα [4] τοὺς
ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν, καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει.