Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espata de palmera | phoínikos elatē φοίνικος ἐλατή |
Phoenix dactylifera L. |
1.109.4 |
fol. fol.
ρθ (109)
περὶ φοίνικος ἐλάτης· φοῖνιξ, ἣν [1] ἔνιοι ἐλάτην ἢ
σπάθην καλοῦσι, περικάλυ<μ>μά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων·χρῶνται δὲ
αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα,
βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός. δύναμιν δὲ ἔχει στυπτικήν, ἐφιστᾶσαν [2]
τὰ νεμόμενα τῶν ἑλκῶν, χαλασμούς [3] τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσ-
μασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις
μιγνυμένη τοῖς ἁρμόζουσι τῶν καταπλασμάτων. {5} μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα
αὐτῆς σμηχόμενον συνεχῶς, ποτιζόμενον δὲ νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα
fol. fol.
ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπιτε-
θεῖσα καὶ ἐαθεῖσα ἡμέρας κ' ψώρας ἰᾶται [4]. καὶ ὁ περιεχόμενος δὲ ὑπ᾽ αὐτῆς καρπὸς ἐλά-
τη καλεῖται, ὑπ᾽ ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς στυπτικὸς ὢν [5] τὰ αὐτὰ δρᾷ [6] τῇ σπάθῃ χω-
ρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου [καὶ αὐτὸ] λευκὸν πρόσ-
φατον βιβρωσκόμενον καὶ ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος.