Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agua marina | thaláttion hýdōr θαλάττιον ὕδωρ |
- | 5.11 |
χοζ (677)
Texto provisional
θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσί τε ἐπιτηδείως μείγνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ μαστῶν σπαργώντων κατάντλημα· {2} διαφορεῖ καὶ πελιώματα πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων· καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ δι᾽ αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται. {3} ἀποτεθεῖσα δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος ἄβρωμος γίνεται· οἱ δὲ προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθ᾽ ἑαυτὴν ἢ μετ᾽ ὀξυκράτου ἢ οἴνου ἢ ὀξυμέλιτος, καὶ μετὰ τὸ καθαρθῆναι ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἢ ἰχθύων πρὸς τὸ κατακεράσαι τὴν ἐκ τῆς δήξεως δριμύτητα.