Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cáñamo | kánnabis hēmeros κάνναβις ἥμερος |
Cannabis sativa L. |
3.148 |
fol. fol.
υξγ (463)
Texto provisional
<περὶ ἡμέρου καννάβεως·> κάνναβις [οἱ δὲ καννάβιον, οἱ δὲ σχοινιόστροφον, οἱ δὲ ἀστέριον,
fol. fol.
Ῥωμαῖοι κάνναβεμ]· φυτὸν εὔχρηστον τῷ βίῳ πρὸς τὰς τῶν εὐτονωτάτων σχοινίων πλοκάς. φύλλα δὲ φέρει παραπλήσια τῇ μελίᾳ, δυσώδη, καυλοὺς μακρούς, κενούς, καρπὸν στρογγύλον, ἐσθιόμενον, ὃς πλείων βρωθεὶς σβέννυσι γονήν· χλωρὸς δὲ χυλισθεὶς ἁρμόζει πρὸς τὰς τῶν ὤτων ἀλγηδόνας ἐνσταζόμενος.