Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
murajes azul | anagallís kyanê ἀναγαλλίς κυανῆ |
Anagallis arvensis L. var. caerulea Gouan |
2.178 |
fol. fol.
Texto provisional
<περὶ ἀναγάλλεως· ἀ>ναγαλλὶς [ἡ φοινικῆ· οἱ δὲ ἀερῖτις, οἱ δὲ
αὐγῖτις, οἱ δὲ σαυρῖτις, προφῆται αἷμα ὀφθαλμοῦ, οἱ δὲ χελιδόνιον, Ῥωμαῖοι μά-
κια, Θοῦσκοι μασύτιπος, Γάλλοι σαπάνα, Δάκοι κερκέρ. ἀναγαλλὶς ἡ κυανῆ·
οἱ δὲ κόρχορον, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ ζειλίαυρος, προφῆται νυκτερῖτις, Αἰγύ-
πτιοι μικιεί, Ῥωμαῖοι μεκιατούρα, Ἄφροι ἀσιρρισοεί.] διττόν ἐστιν εἶδος αὐ-
τῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν
ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυλῶν μικρά, ὑποστρόγγυλα,
πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ. εἰσὶ δ᾽ ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων
ἐπισπαστικαί, νομῶν ἐφεκτικαί. {2} ὁ δὲ χυλὸς αὐτῶν ἀναγαργαριζόμενος ἀποφλεγματίζει
fol. fol.
κεφαλὴν καὶ ῥισὶν ἔγχυτός ἐστι καὶ ὀδόντος πόνον παύει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τῷ ἀλγοῦν-
τι ἐγχέῃς· καθαίρει δὲ καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ, ὠφελεῖ
καὶ ἐχεοδήκτους μετ᾽ οἴνου πινόμενος καὶ νεφριτικοὺς καὶ ἡπατικοὺς καὶ ὑδρωπιῶντας. φασὶ δ᾽ ἔνιοι τὴν μὲν
ἔχουσαν τὸ κυανοῦν ἄνθος προπτώσεις δακτυλίου στέλλειν, τὴν δὲ τὸ φοινικοῦν ἐρεθίζειν κατα-
πλασθεῖσαν.