Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de bellota | baláninon élaion βαλάνινον ἔλαιον |
- | 1.34 |
λδ (34)
περὶ βαλανίνου ἐλαίου· ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐρ-
γάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοι-
λίας καθαρτικήν [1]. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ
χηνείου στέατος ἐγχεόμενον. ὁμοίως [2] δὲ σκευάζεται τοῖς προειρημένοις τό τε σησάμινον
ἐκ τοῦ σησάμου καὶ τὸ καρύινον ἐκ τῶν βασιλικῶν καρύων συντιθέμενον. δύναμιν δὲ ἔ-
χουσι τὴν αὐτὴν τῷ βαλανίνῳ.