Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
neguilla | melánthion μελάνθιον |
Nigella sativa L. |
3.79 |
τϟε (395)
Texto provisional
μελάνθιον· [οἱ δὲ καὶ τοῦτο μήκωνα ἄγριον μέλανα καλοῦσιν, Ῥωμαῖοι παπάβερ νίγρουμ.] θαμνίσκος ἐστὶ λεπτόκαρφος, δισπίθαμος ἢ καὶ μείζων, φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος, λεπτότερα δὲ πολλῷ καὶ κεφάλιον [ἔχων] ἐπ᾽ ἄκρου· λεπτόν, μικρόν, ὡς μήκωνος, ἐπίμηκες, ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα, ἐν οἷς [καὶ] τὸ σπέρμα μέλαν, δριμύ, εὐῶδες, καταπασσόμενον εἰς ἄρτους. ἁρμόζει δὲ κεφαλαλγοῦσι καταπλασσομένου τοῦ μετώπου καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι ἐγχεόμενον <λεῖον> εἰς τὰς ῥῖνας μετὰ ἰρίνου. {2} αἴρει δὲ καὶ φακοὺς καὶ λέπρας καὶ οἰδήματα παλαιὰ καὶ σκληρίας σὺν ὄξει καταπλασθὲν καὶ ἥλους προπεριχαραχθέντας ἐκτινάσσει σὺν οὔρῳ παλαιῷ ἐπιτεθέν, ὠφελεῖ καὶ ὀδονταλγίας μετὰ δᾳδίου καὶ ὄξους ἑψηθὲν καὶ διακλυζόμενον, ἐκτινάσσει δὲ καὶ ἕλμινθας στρογγύλας καταπλασθέντος τοῦ ὀμφαλοῦ μεθ᾽ ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀσφραινόμενον τοὺς καταρροϊζομένους ὠφελεῖ, πινόμενον δὲ πλείονας ἡμέρας ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει, παύει καὶ δύσπνοιαν μετὰ νίτρου ποθέν, βοηθεῖ καὶ φαλαγγιοδήκτοις ὅσον δραχμὴ μία μεθ᾽ ὕδατος ποθεῖσα. διώκει δὲ καὶ ἑρπετὰ θυμιώμενον· φασὶ δὲ καὶ ἀναιρεῖν αὐτό, ἐάν τις πλεῖον αὐτὸ πίῃ.