Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zarza | bátos βάτος |
Rubus fruticosus L. |
4.37 |
fol. fol.
φθ (509)
Texto provisional
<περὶ βάτου·> βάτος·
[οἱ δὲ κυνόσβατον, οἱ δὲ σεληνοτρόπιον, οἱ δὲ ἀσύντροφον, προφῆται αἷμα Τιτάνου, οἱ δὲ
αἷμα ἴβεως, Ῥωμαῖοι σέντιξ, οἱ δὲ ῥούβουμ, οἱ δὲ μόρα <σιλ>βάτικα, Δάκοι μαντία, Αἰγύπτιοι
αἰμοίως, οἱ δὲ ἄμετρος], βάτος ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα
τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἵστησι πινόμενον καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρη-
στῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν φύλλων,
καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τοὺς ἐν κεφαλῇ θεραπεύει καὶ ὀφθαλμῶν προ-
πτώσεις καὶ κονδυλώματα καὶ αἱμορροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ
fol. fol.
στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλτιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὐτῆς πεπείρου μὲν τελείως ὁ χυλὸς εἰς τὰς στοματικὰς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν.