Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ruda silvestre | pēganon ágrion πήγανον ἄγριον |
Ruta chalepensis L. |
3.46más3.154 |
τξ (360)
Texto provisional
πήγανον ἄγριον [ὑπερικόν· οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος ρυγανοειδής, σπιθαμιαῖος, ὑπέρυθρος, ἄνθος <ἔχων> λευκοΐῳ ὅμοιον, λοβὸν δὲ ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τραχέσι χωρίοις. {2} δύναμιν δὲ ἔχει διουρητικὴν καὶ ἐμμήνων ἀγωγὸν προστιθέμενον, τεταρταϊκούς τε ἀπαλλάσσει μετ᾽ οἴνου πινόμενον. θεραπεύει δὲ καὶ ἰσχιάδας ἐπὶ ἡμέρας τεσσαράκοντα τὸ σπέρμα πινόμενον,] καλοῦσί τινες πήγανον ἄγριον καὶ τὸ ἐν Καππαδοκίᾳ καὶ ἐν τῇ κατ᾽ Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης πολλὰς ἀναφέρων ῥάβδους, ἔχων φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα, βαρύοσμα, ἄνθος λευκὸν ἐπ᾽ ἄκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου, ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα, ἐν οἷς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν ἱκανῶς πρὸς τὴν γεῦσιν, οὗ καὶ ἡ χρῆσις. {2} φθινοπώρῳ δὲ ἐκπεπαίνεται τὸ σπέρμα, ἁρμόζον πρὸς ἀμβλυωπίας μετὰ μέλιτος λεαινόμενον καὶ οἴνου καὶ χολῆς ἀλεκτορίδων καὶ κρόκου καὶ μαράθου χυλοῦ. καλοῦσι δέ τινες αὐτὸ ἁρμαλά, Σύροι δὲ βήσσασαν, Καππάδοκες δὲ μῶλυ, ἐπειδὴ κατὰ ποσὸν σῴζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν, τῇ ῥίζῃ μέλαν καὶ τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται δὲ ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις.