Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
anthyllís gr. | anthyllís ἀνθυλλίς |
Cressa cretica L. |
3.136 |
υνβ (452)
Texto provisional
ἀνθυλλίς· [οἱ δὲ ἄνθυλλον, οἱ δὲ ἀνθεμίδα, οἱ δὲ ἱεράνθεμις, οἱ δὲ λευκάνθεμον, οἱ δὲ ὡράνθεμις, οἱ δὲ ἄνθος πεδινὸν καλοῦσιν, Ῥωμαῖοι σωλάστρουμ.] δισσή. ἡ μὲν γάρ τις φακῷ παραπλήσια φύλλα ἔχει καὶ κλωνία σπιθαμῆς <τὸ> ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάμμοις τόποις καὶ εὐηλίοις, γευομένῳ ὕφαλμος. ἡ δ᾽ ἑτέρα χαμαιπίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασύτερα μέντοι καὶ βραχύτερα· τὸ δ᾽ ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς, ῥίζα ὥσπερ κιχορίου. {2} δύναται δὲ ἰσχυρῶς δυσουροῦσι καὶ νεφριτικοῖς βοηθεῖν πινομένη πλῆθος δραχμῶν τεσσάρων. ἐκμαλάσσουσι δὲ φλεγμονὰς τὰς ἐν ὑστέρᾳ λεῖαι σὺν ῥοδίνῳ καὶ γάλακτι προστιθέμεναι· ἰῶνται δὲ καὶ τραύματα. ἡ δὲ τῇ χαμαιπίτυϊ ὁμοία μετὰ τῶν ἄλλων καὶ ἐπιλημπτικῶν βοήθημα σὺν ὀξυμέλιτι πινομένη.