Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
musgo arbóreo | brŷon βρῦον |
Evernia sp. |
1.21 |
fol. fol.
κα (21)
περὶ βρύου
fol. fol.
βρύον, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκί-
νων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐω-
δέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦν πρὸς
τὰ περὶ μήτραν ἐν ἀφεψήματι εἰς ἐγκάθισμα. μ<ε>ίγνυται δὲ καὶ μύροις βαλανίνοις καὶ
χρίσμασι διὰ τὸ ἐν αὐτῷ στυπτικόν, καὶ εἰς θυμιαμάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν
εὔθετον.