Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cizaña | aîra αἶρα |
Lolium temulentum L. |
2.100 |
fol. fol.
σκθ (229)
περὶ αἴρας· αἶρα, [οἱ δὲ θύαρος, ῥωμαῖοι λόλλιουμ.]
αἶρα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ ση-
πεδόνων καὶ γαγγραίνης [1] μετὰ ῥαφάνων [2] καὶ ἁλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀ-
γρίους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινο-
fol. fol.
σπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιράδας διαλύει καὶ τὰ δύσπεπτα ῥήσσει [3], ἰσχιαδικούς τε
σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δ᾽ ἢ σμύρνῃ
[ἢ κρόκῳ] ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν.