Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mastuerzo | kárdamon κάρδαμον |
Lepidium sativum L. |
2.155 |
fol. fol.
σπδ (284)
Texto provisional
περὶ καρδάμου·
κάρδαμον·[οἱ δὲ κυνοκάρδαμον, οἱ δὲ ἰβηρίς, οἱ δὲ καρδαμίνη, Αἰγύπτιοι σεμέθ, Ῥωμαῖοι ναστούρκιουμ.] δοκεῖ κάλλιστον εἶναι τὸ ἐν Βαβυλῶνι. παντὸς δὲ τὸ σπέρμα θερμαντικόν, δριμύ, κακοστόμαχον, κοιλίαν ταράσσον καὶ ἕλμινθας ἐκτινάσσον, σπλῆνα μειοῦν, ἔμβρυα φθεῖρον καὶ ἔμμηνα κινοῦν, συνουσίαν παρορμῶν· ἔοικε δὲ σινάπει καὶ εὐζώμῳ, ἀποσμήχει λέπρας, λειχῆνας. {2} σὺν μέλιτι δὲ σπλῆνα ταπεινοῖ καταπλασσόμενον καὶ κηρία ἀποκαθαίρει, καὶ τὰ ἐκ θώρακος ἀνάγει ἐγκαθεψόμενον ῥοφήμασιν, ἑρπετοδήκτων τέ ἐστιν ἀντιφάρμακον πινόμενον· θυμιαθὲν δὲ ἑρπετὰ διώκει, τρίχας τε ῥεούσας ἐπέχει καὶ ἄνθρακας περιρρήττει πυοποιοῦν. σὺν ὄξει δὲ καὶ ἀλφίτοις καταπλασθὲν ἰσχιαδικοὺς ὠφελεῖ, καὶ οἰδήματα καὶ φλεγμονὰς διαφορεῖ, δοθιῆνάς τε ἐκπυοῖ σὺν ἅλμῃ κατα-
fol. fol.
πλασθέν. καὶ ἡ πόα δὲ τὰ αὐτὰ ποιεῖ, ἔλασσον μέντοι δύναται.