Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
epítimo | epíthymon ἐπίθυμον |
Cuscuta epithymum L. |
4.177 |
χν (650)
Texto provisional
ἐπίθυμον· [οἱ δὲ κέδρωστις, Ῥωμαῖοι ἰνουολούκρουμ.] ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας. καθαίρει δὲ πινόμενον κάτω φλέγμα καὶ χολὴν μέλαιναν, ἰδίως ἁρμόζον ἐπὶ μελαγχολικῶν καὶ ἐμπνευματουμένων ὀξυβάφου πλῆθος πρὸς ὁλκὴν δραχμῶν τεσσάρων σὺν μέλιτι καὶ ἁλσὶ καὶ ὀλίγῳ ὄξει. γεννᾶται δὲ πλεῖστον ἐν Παμφυλίᾳ καὶ Καππαδοκίᾳ.