Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
persea | Persaía περσαία |
Mimusops schimperi Hochst. |
1.129 |
ρκθ (129)
περὶ περσαίας· περσαία δένδρον
ἐστὶν ἐν αἰγύπτῳ, καρπὸν φέρον ἐδώδιμον, εὐστόμαχον, ἐφ᾽ οὗ καὶ τὰ λεγόμενα κρα-
νοκόλαπτα φαλάγγια εὑρίσκεται, μάλιστα δὲ ἐν τῇ θηβαίδι. δύναμιν δὲ ἔχει ἐπι-
πλαττόμενα [1] τὰ φύλλα λεῖα ξηρὰ αἱμορραγίας ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν
περσίδι ἀναιρετικὸν εἶναι, μετατεθὲν δὲ εἰς αἴγυπτον ἀλλοιωθῆναι καὶ ἐδώδιμον γε-
νέσθαι.