Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de mirto | myrsinítēs [oînos] μυρσινίτης [οἴνος] |
- | 5.29 |
χϟε (695)
Texto provisional
μυρσινίτης δὲ σκευάζεται οὕτω· δεῖ λαβόντας τῶν μελαίνων μυρσινῶν τοὺς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς μύρτοις κόπτειν καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χοεῖς, τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι. ποιεῖ δὲ οὗτος πρός τε ἀχῶρας καὶ πίτυρα, ἐξανθήματα, οὖλα, παρίσθμια, ὦτα πυορροοῦντα· στέλλει καὶ ἱδρῶτας.