Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
raíz de loto | kolokásion κολοκάσιον |
Nelumbo speciosum Willd. |
2.106.2 |
ῥί- περὶ κολοκασίου [1]
ζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολ[λ]οκάσιον καλουμένη.
ὁ δὲ κύαμος βιβρώσκεται μὲν καὶ χλωρός, ξηρανθεὶς δὲ γίνεται μέλας καὶ μείζων τοῦ ἑλλη-
νικοῦ, ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμόζει οὖν [2] δυσεντερικοῖς καὶ κοιλιακοῖς τὸ ἐξ
αὐτῶν ἄλευρον ἐπιπασσόμενον ἀντὶ ἀλφίτου <τῷ ποτῷ>, καὶ πολτοποιούμενον <δὲ> δίδοται. τὰ δὲ λέπη
μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν· καὶ πρὸς ὠταλ-
γίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν, πικρὸν δὲ κατὰ τὴν γεῦσιν, λεῖον σὺν ῥοδίνῳ [συνε-
ψόμενόν τε καὶ] ἐνσταζόμενον.