Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
valeriana | phoû φοῦ |
Valeriana phu L., |
1.11 |
ια (11)
περὶ φοῦ· φοῦ, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν πόντῳ,
φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελήνῳ [1] παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖ-
ον, τρυφερόν, ἐμπόρφυρον, μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ
ναρκίσσου, μείζω [2] δὲ καὶ [τρυφερώτερα καὶ] ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ
ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ἐπιρρίζια [3] ἔχει καθά-
περ σχῖνος [4] ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζον-
τα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους. {2} δύναται δὲ θερμαίνειν, οὖρα κινεῖν ξηρὰ
ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον,
ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μείγνυται. δολοῦται δὲ ὀξυμυρσίνης ῥίζης παραμιγνυ-
μένη [5]. εὐχερὴς δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστι· σκληραὶ γάρ εἰσιν αὗται καὶ δύσθραυστοι, δίχα
εὐωδίας.