Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
amomo | ámōmon ἄμωμον |
Amomum cardamomum Mat. |
1.15 |
ιε (15)
περὶ ἀμώμου· ἄμωμόν ἐστι θαμνίσκος οἱονεὶ βότρυς ἐκ ξύλου ἀν-
τεμπεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρὸν ὡς λευκοίου, φύλλα δὲ βρυω-
νίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ ἀρμένιον, χρυσίζον τῇ χρόᾳ, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον,
εὐῶδες ἱκανῶς. τὸ δὲ μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι ἀδυνα-
τώτερον [1]· ἔστι δὲ μέγα καὶ ὑπόχλωρον καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν <καὶ> ἰνῶδες τοῖς ξύλοις
ὀριγανίζον <τε> τῇ ὀσμῇ. τὸ δὲ ποντικὸν ὑπόκιρρον, οὐ μακρὸν οὐδὲ δύσθραυστον, βοτρυ-
ῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευ-
κὸν ἢ ὑπέρυθρον, οὐ πεπιλημένον [2] ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ δια-
κεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρύ, σφόδρα εὐῶδες, δίχα
εὐρῶτος καὶ δριμύ, δάκνον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ οὐ [3] ποικίλον. {2} δύνα-
μιν δὲ ἔχει θερμαντικήν, στυπτικήν [4], ξηραντικήν, ὑπνοποιόν, ἀνώδυνον τῷ [5] μετώπῷ [6] κατα-
πλασσομένου, φλεγμονάς τε [καὶ μελικηρίδας] πεπαίνει καὶ διαφορεῖ, σκορπιο-
πλήκτους τε μετ᾽ ὠκίμου καταπλασθὲν ὠφελεῖ· [ποδαγρικοῖς συμβάλλεται καὶ]
παρηγορεῖ καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐν σπλάγχνοις σὺν σταφίδι, πρὸς δὲ τὰ
γυναικεῖα καὶ ἐν προσθέτοις καὶ ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα
αὐτοῦ ἁρμόζει ἡπατικοῖς, νεφριτικοῖς, ποδαγρικοῖς. μείγνυται δὲ καὶ ἀντιδότοις καὶ
τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμίδι,
ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δὲ ἐν ἀρμενίᾳ,
ἄνθος <δὲ> ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. ἀεὶ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσμα-
τα ἐκφεύγειν [7]· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα <τοὺς ἰδίους> κλάδους τελείους.