Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cincoenrama | pentáphyllon πεντάφυλλον |
Potentilla reptans L. |
4.42 |
fol. fol.
φιδ (514)
Texto provisional
<περὶ πενταφύλλου·> πεντέφυλλον· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον,
οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον [οἱ δὲ ἀσφάλτιον, οἱ δὲ πεντάκοινον, οἱ δὲ θυμιατῖτις, Αἰγύπτιοι ἀγωφιτεβεωκί, Αἰθίοπες αἴθωτρον, προφῆται ἴβεως ὄνυξ, οἱ δὲ πτερὸν ἴβεως, οἱ δὲ ἑρμοδάκτυλον, Ῥωμαῖοι κιγκουεφόλλιουμ, οἱ δὲ μάνους Μάρτις, Γάλλοι πομπέδουλα, Δάκοι προπόδιλα.]. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ᾽ ὧν ὁ καρπός· φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ᾽ ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρ᾽ ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλανος· ἔστι δὲ πολύχρηστος. {2} δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβασθὲν ὀδονταλγίας παύειν διακρατουμένου τοῦ ἀφεψήματος ἐν στόματι, καὶ σηπεδόνας τὰς ἐν στόματι διακλυζόμενον ἵστησι, καὶ τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται, κοιλίᾳ τε ῥεούσῃ καὶ δυσεντερίᾳ βοηθεῖ, ἀρθριτικοῖς τε καὶ ἰσχιαδικοῖς πινόμενον· ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη ἕρπητας ἐπέχει, διαφορεῖ χοιράδας, σκληρίας, οἰδήματα, ἀνευρύσματα, ἀποστήματα, ἐρυσιπέλατα, πτερύγιά <τε> τὰ ἐν δακτύλοις καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται· ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς ποιεῖ πρὸς τὰ ἐν ἥπατι καὶ πνεύμονι πάθη καὶ τὰ θανάσιμα. {3} τὰ δὲ φύλλα πίνεται μεθ᾽ ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ πεπέρεως ὀλίγου πρὸς περιόδους, ἐπὶ μὲν τεταρταίων τεσσάρων κλωναρίων φύλλα, ἐπὶ δὲ τριταίων τριῶν, ἐπὶ δὲ ἀμφημερινῶν ἑνός· ἀρήγει δὲ καὶ ἐπιλημψίαις πινόμενα ἐπὶ ἡμέρας τριάκοντα, ἀνὰ φύλλα λ, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ᾽ ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ
fol. fol.
καὶ ἐντεροκηλικοῖς καὶ αἱμορ ραγίαν ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμοὺς καὶ ἱερουργίας καὶ ἁγνείας.