Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
caña | kálamos κάλαμος |
Arundo L. Arundo donax L. |
1.85 |
fol. fol.
πε (85)
περὶ καλάμων· καλάμων [δὲ] ὁ μέν τις καλεῖται ναστός, ἐξ οὗ τὰ
βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὗ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται· ἄλλος δὲ
συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις
παχὺς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ
κύπριος, καὶ ἕτερος φραγμίτης, ὑπόλεπτος [1], λευκός [2], πᾶσι γνώριμος, οὗ
ἡ ῥίζα καταπλασθεῖσα λεία [καὶ] καθ᾽ ἑαυτὴν καὶ σὺν βολβοῖς ἐπισπᾶται σκόλο-
πας καὶ ἀκίδας, σὺν ὄξει δὲ στρέμματα καὶ κοιλίας [3] ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλ-
λα κοπέντα χλωρὰ καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται.
ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾽ ὄξους καταπλασθείς. ἡ δὲ ἀνθήλη τῶν
καλάμων ἐμπεσοῦσα εἰς τὰς ἀκοὰς [4]τ κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ
fol. fol.
κύπριος λεγόμενος κάλαμος ποιεῖν.