Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cedria | kedría κεδρία |
Juniperus excelsa M. Bieb. Juniperus communis L. |
1.77.1 |
περὶ κεδρίας· τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ
διαυγής, εὔτονος, <βαρεῖα> τῇ ὀσμῇ, ἀποχεομένη δὲ [1] κατὰ σταλαγμοὺς ἐπιδιαμένουσα καὶ μὴ
διαχεομένη. δύναμιν δὲ ἔχει σηπτικὴν μὲν τῶν ἐμψύχων, φυλακτικὴν δὲ τῶν νεκρῶν
σωμάτων, ὅθεν καὶ νεκροῦ ζωήν τινες αὐτήν ἐκάλεσαν, καὶ ἱμάτια δὲ καὶ δέρματα φθείρει
διὰ τὸ θερμαίνειν ἐπιτεταμένως καὶ ξηραίνειν. {2} εὐθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ ὀξυδερκὴς
οὖσα ἐγχριομένη καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει <δὲ> διακλυζομένη [2] σκώληκας τοὺς
ἐν ὠσὶ κτείνει, οἴχους [3] τε καὶ συριγμοὺς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη, εἴς
τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα·
καὶ σὺν ὄξει δὲ διακλυζομένη τὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτό-
κιόν ἐστι, συναγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοηθεῖ, φθεῖράς τε
καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου δὲ δήγμασι σὺν ἁλσὶ καταπλασσομένη
ἀρήγει, πρός τε λαγωοῦ θαλασσίου πόσιν σὺν γλυκεῖ λαμβανομένη βοηθεῖ. {3} ὠ-
φελεῖ καὶ ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη, καθαίρει καὶ τὰ ἐν πνεύ-
μονι ἕλκη καὶ ἰᾶται <ταῦτα> ὅσον κύαθος ῥοφουμένη, σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυ-
ζομένη φθείρει καὶ ἔμβρυα κατασπᾷ. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῆς, χωριζόμενον
ἀπὸ τῆς κεδρίας δι᾽ ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει, ὡς ἐπὶ τῆς πίσσης, ποιοῦν
πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ τὸ ἔλαιον ἰδίως καὶ τὰς ἐπὶ τῶν τετραπό-
δων ψώρας καὶ κυνῶν καὶ βοῶν ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ᾽ αὐτῶν κρότω-
νας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν ἐπουλοῖ [4]. [5]