Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escinco | skínkhos σκίγχος |
Scincidae |
2.66 |
ρϟε (195)
περὶ σκίγκου·
σκίγκος ὁ μέν τίς ἐστιν αἰγύπτιος ὁ δὲ ἰνδικὸς ἄλλος ἐν τῇ ἐρυθρᾷ [1] γεννώμενος, ἕτερος δὲ
ἐν τῇ λυδίᾳ [2] τῆς μαυρουσιάδος εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερσαῖος, ἰδιογενής,
ταριχευόμενος ἐν καρδάμῳ. φασὶ δὲ δύναμιν ἔχειν ποθὲν τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ
μέρος, ὅσον < <α'> πλῆθος μετ᾽ οἴνου, ὁρμητικὴν πρὸς ἀφροδίσια, ἀποπαύεσθαι δὲ τὴν ἐ-
πίτασιν τῆς προθυμίας φακοῦ ἀφεψήματι μετὰ μέλιτος πινομένῳ ἢ θρίδακος σπέρ-
ματι μεθ᾽ ὕδατος· μίγνυται δὲ καὶ ἀντιδότοις.