Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hollín de mantequilla | lignýs boutýrou λιγνὺς βουτύρου |
- | 2.72.3 |
περὶ λιγνύος βουτύρου· συνάγεται δὲ
καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον
καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας
ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει
καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρον [1] πτερῷ καὶ χρῶ.
δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ
τὰ ἕλκη ἀπουλοῖ ταχέως [2].