Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
badea | pépōn πέπων [σίκυς] |
Cucumis sativus L. |
2.135.1 |
σξδ (264)
Texto provisional
ἡ δὲ τοῦ πέπονος σὰρξ καὶ αὐτὴ πεπτική, οὐρητικὴ ἐσθιομένη, καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραύνει. 2.135.2 τὸ δὲ δέρμα αὐτοῦ σειριῶσι παιδίοις ἐπιτίθεται ἐπὶ τοῦ βρέγματος, καὶ ῥαυματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ σμῆγμα γίνεται ῥυπτικὸν καὶ προσώπου λαμπρυντικόν. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι δραχμῆς <μιᾶς> ὁλκὴ ἐμέτους κινεῖ· εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θέλοι, ἀρκέσουσιν ὀβολοὶ δύο· ὑγιάζει δὲ καὶ κηρία καταπλασθεῖσα <λεία> μετὰ [τοῦ] μέλιτος.