Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aro egipcio | áron ἄρον |
Colocasia antiquorum Schott |
2.167 |
fol. fol.
σϟϚ (296)
Texto provisional
περὶ ἄρου· ἄρον τὸ κα-
λούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνίησιν ὅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ
καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ᾽ οὗ ὁ καρπὸς κροκίζων·
fol. fol.
ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ᾽ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται. δύναμιν δὲ ἔχει τὸ σπέρμα καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου, καὶ καθ᾽ ὅλου ἐστὶν ἐδώδιμος διὰ τὸ μὴ λίαν δριμύ.