Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acónito salutífero | akóniton ἀκόνιτον |
Aconitum anthora L. |
4.76 |
φμη (548)
Texto provisional
ἀκόνιτον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ μυοκτόνον· φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλαβαστροειδῶς. τούτου τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ παραλύειν αὐτόν, διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου <λευκοῦ> προστεθέντος· μείγνυται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι, κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις ἐντιθέμενον καὶ παραβαλλόμενον.