Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
corteza de incienso | phloiós libánou φλοιὸς λιβάνου |
Boswellia carterii Birdw. |
1.68.5 |
fol. fol.
ξη (68)
περὶ φλοίου λιβανου· φλοιὸς <δὲ> λιβάνου
διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ εὐώδης, [1] ἢ ὑμενώδης. δολοῦται δὲ μιγνυμένου αὐτῷ
φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ
θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτήκονται [2], ὁ μέντοι
τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετ᾽ εὐωδίας ἐκθυμιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ
λίβανος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος, ὅθεν
ποθεὶς αἱμοπτυικοῖς μᾶλλον καὶ ῥοικοῖς ἁρμόζει ἐν προσθέτῳ· ποιεῖ καὶ πρὸς οὐλὰς
fol. fol.
<τὰς> ἐν ὀφθαλμοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ καὶ πρὸς ψωροφθαλμίας ποιεῖ.