Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
leontopétalon gr. | leontopétalon λεοντοπέταλον |
Leontice leontopetalum L. |
3.96 |
fol. fol.
υιβ (412)
Texto provisional
<περὶ λεοντοπετάλου·> λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον [1], οἱ δὲ λευκήορον [2]
καλοῦσι. [οἱ δὲ λεόντιον, οἱ δὲ δωρίς, οἱ δὲ δωριπτερίς, οἱ δὲ λυχνὶς ἀγρία, οἱ δὲ θορύβηθρον, οἱ δὲ ῥαπιδήϊον, οἱ δὲ μήκων κερατῖτις, οἱ δὲ ἀνεμώνη, Ῥωμαῖοι κουβίλια μαρίνα, οἱ δὲ σῆμεν λεωνίνουμ, οἱ δὲ παπαβέρκλουμ, Ἄφροι σισσιμανσεσσαδέ.] καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ᾽ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύλης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς· φύεται ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ.
fol. fol.
ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη βοηθεῖ ἑρπετοδήκτοις, ταχέως ἀπόνους ποιοῦσα· μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς κλυσμούς.