Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pepino | síkys hēmeros σίκυς ἥμερος |
Cucumis sativus L. |
2.135 |
σξδ (264)
Texto provisional
σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα <δὲ> αὐτοῦ μετρίως οὐρητικόν, ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας.