Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siempreviva enana | leontopódion λεοντοπόδιον |
Evax pygmaea Pers. |
4.133 |
χβ (602)
Texto provisional
λεοντοπόδιον· [οἱ δὲ ζῳόνυχον, οἱ δὲ ἀετώνυχον, οἱ δὲ κῆμος, οἱ δὲ ἴφυον, οἱ δὲ κατανάγκην, οἱ δὲ δαμναμένη, οἱ δὲ ἰδιόφυτον, οἱ δὲ φυτοβασίλειον, οἱ δὲ κροσσίον, οἱ δὲ κροσσόφθοον, προφῆται αἷμα κροκοδείλου, οἱ δὲ κροκομέριον, Αἰγύπτιοι δαφνοινές, Ῥωμαῖοι Μινέρβιουμ, οἱ δὲ Ἰόουις μάνους, οἱ δὲ Παλλάδιουμ, οἱ δὲ φλάμμουλα.] διδάκτυλόν ἐστι βοτάνιον, ἔχον φυλλάρια στενά, ἰσχυρά, ὡς τεττάρων δακτύλων <ἢ> καὶ τριῶν τὸ μῆκος, δασέα, ἐριωδέστερα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα· ἐπ᾽ ἄκρων δὲ τῶν καυλίων κεφάλια ὡς τετρημένα, ἐν οἷς ὁ καρπὸς δυσθεώρητος διὰ τὸν περικεχυμένον χνοῦν, ῥίζα μικρά. φασὶ δ᾽ αὐτὴν εὐχρηστεῖν εἰς φίλτρα.