Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de azucena | sousínou [skeuasía] σουσίνου [σκευασία] |
Lilium candidum L. |
1.52 |
fol. fol.
νβ (52)
περὶ σουσίνου· τὸ δὲ σούσινον δ' ἔνιοι κρίνινον καλοῦσιν
οὕτω σκευάζεται· [1] ἐλαίου λίτρ<ας> θ' οὐγγ<ίας> ε', καλάμου λίτρ<ας> ε' οὐγγ<ίας> γ' [2], σμύρνης οὐγγ<ίας> [3] ε' φυράσας
οἴνῳ εὐώδει ἕψε, εἶτα ἀπηθήσας τὸ ἔλαιον ἀπόχει κατὰ καρδαμώμου κεκομμένου
καὶ βεβρεγμένου ὕδατι ὀμβρίῳ λιτρ<ῶν> γ' οὐγγ<ιῶν> Ϛ' καὶ ἐάσας βραχῆναι ἀπόθλιβε· καὶ
λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου γ' ς'' [4] λίτρ<ας>, κρίνα ἀριθμῷ χίλια ἀποφυλλίσας θὲς ἐν λου-
τῆρι πλατεῖ, μὴ βαθεῖ, ἐπιχέας τε τὸ ἔλαιον ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἐά-
σας δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωὶ δὲ ἀνελόμενος εἰς πυξίδα [5] ἐξίπου. {2} τὸ δὲ φερόμενον
ἀπήθει εὐθέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τὸ ἔλαίον [6]· οὐ γὰρ ὑπομένει ὡς τὸ
ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πολλάκις [7] εἰς ἕ-
τερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπλάσσων [8] ἅλας λεπτὸν [9] καὶ τὴν συλλε-
γομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφελών [10]. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπω-
θὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ἠρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος
τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινή-
σας χρησίμως ταῖς χερσὶ καὶ ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων. {3} καὶ
τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδάμωμον καὶ τοὺς ἅλας
ὁμοίως καὶ τὰς χεῖρας βρέχων [τῷ] μέλιτι [11]. καὶ ἔσται τὸ μὲν πρότερον [12] ἐκπιεσθὲν ἄριστον,
ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀπο-
φυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ
ἐποίεις ἐπὶ τοῦ πρώτου, καρδάμωμον παραμίσγων, εἶτα ἐξιπῶν [13] [καὶ] ποίει τὰ αὐτὰ
fol. fol.
[καὶ] ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον,
[εἶτα ἐξίπου] καὶ [ποίει τὰ αὐτά]. ὁσάκις [δ'] ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμι-
κώτερον ἕξεις τὸ μύρον. {4} ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε <ἐν> ἑκάστῃ
σκευασίᾳ σμύρνης χρηστῆς < οβ', κρόκου < ι', καρδαμόμου < οβ' [14]. οἱ δέ κρόκου
καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν λουτῆρα μεθ᾽ ὕδατος καὶ ἐπίχει
τὸ πρῶτον ἐκπιεσθὲν μύρον, εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα [μικρὰ] ξηρά,
προκεκλυσμένα [15] κόμμει ἢ [16] σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθ᾽ ὕδατι [17] διειμένοις· τὰ δ᾽
αὐτὰ [18] ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ τρίτου. {5} ἔνιοι δὲ τὸ ἁπλοῦν
ἐξ ἐλαίου βαλανίνου ἢ κρινίνου ἢ ἄλλου ἐλαίου [19] σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ
ἐν φοινίκῃ καὶ ἐν αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων. δύναμιν δὲ
ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν,
καὶ καθόλου πάντων ἐστὶ χρήσιμον [20] πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας,
ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μεταβάλλει καὶ ὁμόχρους
ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον,
κινεῖ δὲ καὶ οὔρησιν. ἔστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν.