Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
trigo montesino | aigílōps αἰγίλωψ |
Aegilops ovata L. |
4.137 |
χι (610)
Texto provisional
αἰγίλωψ· [οἱ δὲ σιτόσπελλος, οἱ δὲ σιφών<ιον>, οἱ δὲ βρόμος, Ῥωμαῖοι ἀβήναμ, Ἄφροι γυμμάθ.] βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ· ἐπ᾽ ἄκρας δὲ τῆς κεφαλῆς ὁ καρπός, ἔχων δύο ἢ τρία ἔλυτρα, ἐφ᾽ ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι. θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγιλώπια καὶ σκληρίας διαφορεῖ· ἀποτίθεται δὲ ὁ χυλὸς αὐτῆς πρὸς τὰ αὐτά, μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς.