Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
erizo de tierra | ekhînos khersaîos ἐχῖνος χερσαῖος |
Erinaceus europaeus |
2.2 |
ρλα (131)
περὶ ἐχίνου χερσαίου· καὶ τοῦ χερ-
σαίου δὲ ἐχίνου τὸ δέρμα καὲν πρὸς ἀλωπεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον ἁρμόζει.
ἡ δὲ σὰρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὀξυμέλιτος βοηθεῖ νεφριτικοῖς καὶ τοῖς ὑπὸ
σάρκα ὕδρωψι καὶ σπασμώδεσιν, ἐλεφαντιῶσι, καχέκταις· ξηραίνει δὲ καὶ τοὺς περὶ
τὰ σπλάγχνα ῥευματισμούς. καὶ τὸ ἧπαρ δὲ αὐτοῦ ξηρανθὲν ἐπ᾽ [1] ὀστράκου ἡλιοκαοῦς [2] καὶ
ἀποτεθὲν πρὸς τὰ αὐτὰ ὁμοίως ἁρμόζει διδόμενον.