Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
malva | malákhē μαλάχη |
Malva sylvestris L. |
2.118 |
fol. fol.
σμζ (247)
Texto provisional
περὶ μαλάχης·
μαλάχη [κηπαία· Ῥωμαῖοι μάλβα ὁρτένσε, Πυθαγόρας ἀνάθεμα, Ζωροάστρης διάδεσμα, Αἰγύπτιοι χωκόρτην, προφῆται αἰγὸς σπλήν, οἱ δὲ οὐρὰ μυός.] μολόχη ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος. δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα καὶ ἐπιπλασθέντα μετ᾽ ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν· πρὸς μέντοι τὴν ἀπούλωσιν δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ δὲ καὶ πρὸς σφηκῶν καὶ μελισσῶν πληγὰς καταπλασσομένη·
fol. fol.
κἂν περιχρίσηται δέ τις αὐτοῖς ὠμοῖς λείοις σὺν ἐλαίῳ, ἄπληκτος διαμένει·μετὰ δὲ οὔρου καταπλασθέντα ἀχῶρας καὶ πίτυρα ἰᾶται. {2} ἑφθὰ δὲ λεῖα τὰ φύλλα σὺν ἐλαίῳ ἐπιτιθέμενα πυρίκαυτα καὶ ἐρυσιπέλατα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῆς μαλακτικὸν ἐγκάθισμα ὑστέρας, εἴς τε ἐνέματα πρὸς δηγμοὺς ἐντέρων καὶ μήτρας καὶ δακτυλίου ἁρμόδιον. ὁ δὲ ζωμὸς σὺν ταῖς ῥίζαις βοηθεῖ ἑψόμενος πᾶσι τοῖς θανασίμοις· ἐξερᾶν δὲ δεῖ συνεχῶς πίνοντας. ὠφελεῖ δὲ καὶ φαλαγγιοδήκτους καὶ γάλα κατασπᾷ. ὁ δὲ καρπὸς μιγέντος αὐτῷ λωτοῦ ἀγρίου σπέρματος πινόμενος μετ᾽ οἴνου τὰ περὶ κύστιν ἀλγήματα παύει.