Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra arcillosa | líthos mórokhthos λίθος μόροχθος |
- | 5.134 |
ωδ (804)
Texto provisional
λίθος μόροχθος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοποιοὶ πρὸς λεύκανσιν τῶν ὀθονίων χρῶνται, μαλακῷ καὶ εὐανέτῳ ὄντι. δοκεῖ δὲ παρεμπλάσσειν, ἁρμόζων ἐπὶ αἱμοπτυικῶν καὶ κοιλιακῶν καὶ κύστεως ἀλγημάτων σὺν ὕδατι πινόμενος, καὶ ῥοικαῖς ὁμοίως καὶ ἐν προσθέτῳ, εἴς τε τὰ μαλακὰ ὀφθαλμικὰ μείγνυται· πληροῖ γὰρ κοιλώματα καὶ ῥεύματα ἵστησι. σὺν δὲ κηρωτῇ ἀναλημφθεὶς τὰ τρυφερὰ τῶν ἑλκῶν ἀπουλοῖ.