Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
burbuja de óxidos metálicos | pomphólyx πομφόλυξ |
- | 5.75 |
fol. fol.
fol. fol.
ψμα (741)
Texto provisional
<περὶ πομφόλυγος·> πομφόλυξ
σποδίου εἰδικῶς διαφέρει· γενικὴν γὰρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα. {2} γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλόμενοι· ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς. {3} ποιεῖται δὲ οὕτως· ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατ᾽ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου. {4} συνῆπται δὲ τούτῳ τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς χώνης τόπων, ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ. {5} ἐκθυμιωμένης δὲ αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ᾽ ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις <ἐκ> τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται. {6} τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τόπους, καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἴκου, ὃ καὶ φαυλό-
fol. fol.
τερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν. {7} ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ᾽ ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται. {8} πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδήσας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξηρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον, καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕτως γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας καταστῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο. {9} τινὲς δὲ ξηράναντες <αὐτήν>, ἐφ᾽ ὅσον ἐνδέχεται, <καὶ> ταῖς χερσὶ λεάναντες μεθ᾽ ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες διηθοῦσι δι᾽ ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον· πρὸς <δὲ> τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῷ ὀθονίῳ καὶ ἀναταράσσουσι τὴν σποδόν. {10} εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ᾽ ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι, καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός. {11} ἄλλοι δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ᾽ ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρηθήσεσθαι διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς <τὴν> καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.
fol. fol.
{12} δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ ἀναπληρωτικήν, καθαρτικήν <τε> καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν· ἔστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι <καὶ> ποιήσας τροχίσκους θὲς ἐπ᾽ ὄστρακον καινόν—ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν— καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ γένωνται.