Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
esponjas | spóngoi σπόγγοι |
- | 5.120 |
fol. fol.
ψϟ (790)
Texto provisional
<περὶ σπόγγων·> τῶν δὲ σπόγγων
τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτάτους τράγους ὠνόμασαν, τοὺς δὲ θήλεις οἳ ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν <τῷ> ἀλκυονίῳ. δύναται δὲ ὁ καινός τε καὶ ἀλιπὴς τραυματικός τε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ <καὶ> παλαιοὺς κόλπους παρακολλᾶν· ὁ δὲ παλαιὸς ἄχρηστος. {2} διαστέλλουσι δὲ καὶ μεμυκότα ἕλκη καὶ τύλους ἐσκελετευμένοι <ἐντιθέμενοι> λίνῳ, καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μοτά. τὰ δὲ ῥευματικὰ ὑπόνομα καὶ χρόνια ἕλκη ἐξικμάζουσιν ἐπιτιθέμενοι ἄνικμοι καὶ κενοί, ἐπέχουσι δὲ καὶ αἱμορραγίας σὺν ὄξει. οἱ δὲ κεκαυμένοι <εὔθετοι> πρὸς ξηροφθαλμίας καὶ ὅπου δεῖ σμῆξαι ἢ στῦψαί τι· βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι. {3} λευκαίνονται δὲ αὐτῶν οἱ ἁπαλώτατοι ἐν τοῖς καύμασι βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμενοι· βλεπέτω [1] δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω,
fol. fol.
κάτω δὲ ἡ ἀποτομή. εἰ δὲ εἴη αἰθρία, καὶ ὑπὸ τὴν σελήνην τίθενται, βρεχόμενοι τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ· γίνονται δὲ λευκότατοι <οἱ τοιοῦτοι>.