Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
culantrillo de pozo | adíanton ἀδίαντον |
Adiantum capillus-veneris L. |
4.134 |
fol. fol.
χζ (607)
Texto provisional
<περὶ ἀδιάντου·> ἀδίαντον· οἱ δὲ πολύτριχον· [οἱ δὲ τριχομανές, οἱ δὲ ἐβενότριχον,
οἱ δὲ ἄργιον, οἱ δὲ κόριον ἔνυδρον, Αἰγύπτιοι ἐπυέρ, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ τέρραι καπίλλους, οἱ δὲ σουπερκίλιουμ τέρραι, Δάκοι φιθοφθέθελα·] ἀδίαντον, οἱ δὲ καλλίτριχον· φυλλάρια ἔχει ὅμοια κοριάνδρῳ, ἐπεσχισμένα ἐπ᾽ ἄκρου, τὰ δὲ ῥαβδία, ἐφ᾽ ὧν ἐκπέφυκε, μέλανα ἰσχυρῶς, λεπτά, σπιθαμιαῖα· οὔτε δὲ καυλίον οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος. δύναται δὲ τὸ ἀφέψημα τῆς πόας βοηθεῖν πινόμενον ἀσθματικοῖς, ἰκτερικοῖς, σπληνικοῖς, δυσουροῦσι· θρύπτει δὲ καὶ λίθους καὶ κοιλίαν ἵστησι καὶ θηριο-
fol. fol.
δήκτοις βοηθεῖ καὶ στομάχου ῥεύματι σὺν οἴνῳ ποθέν· κινεῖ δὲ καὶ ἔμμηνα καὶ λοχεῖα, ἵστησι καὶ αἵματος ἀναγωγήν. {2} καταπλάττεται δὲ καὶ πρὸς θηριώδη <ἕλκη> καὶ ἀλωπεκίας δασύνει, χοιράδας σκορπίζει, ἀποσμᾷ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρσινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας παρακρατεῖ, καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν οἴνῳ καὶ κονίᾳ σμηχόμενον. ποιεῖ δὲ καὶ τοὺς ἀλεκτρυόνας καὶ τοὺς ὄρτυγας μαχίμους εἶναι μειγνύμενον τῇ τροφῇ· φυτεύεται δὲ ἐπ᾽ ὠφε λείᾳ προβάτων ἐν ταῖς μάνδραις. φύεται δὲ ἐν παλισκίοις τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τὰς κρήνας.